῾Υ γ ι ε ί α

ΙΜΕΡΟΕΣΣ', ΕΡΑΤΗ, ΠΟΛΥΘΑΛΜΙΕ, ΠΑΜΒΑΣΙΛΕΙΑ,
ΚΛΥΘΙ ΜΑΚΑΙΡ' ΥΓΙΕΙΑ, ΦΕΡΟΛΒΙΕ, ΜΗΤΕΡ ΑΠΑΝΤΩΝ.
ΕΚ ΣΕΟ ΓΑΡ ΝΟΥΣΟΙ ΜΕΝ ΑΠΟΦΘΙΝΥΘΟΥΣΙ ΒΡΟΤΟΙΣΙ
ΠΑΣ ΔΕ ΔΟΜΟΣ ΘΑΛΛΕΙ ΠΟΛΥΓΗΘΗΣ ΕΙΝΕΚΑ ΣΕΙΟ
ΚΑΙ ΤΕΧΝΑΙ ΒΡΙΘΟΥΣΙ, ΠΟΘΕΙ ΔΕ ΣΕ ΚΟΣΜΟΣ, ΑΝΑΣΣΑ,
ΜΟΥΝΟΣ ΔΕ ΣΤΥΓΕΕΙ Σ' ΑΙΔΗΣ ΨΥΧΟΦΘΟΡΟΣ ΑΙΕΙ,
ΑΕΙΘΑΛΗΣ, ΕΥΚΤΑΙΟΤΑΤΗ, ΘΝΗΤΩΝ ΑΝΑΠΑΥΜΑ.
ΣΟΥ ΓΑΡ ΑΤΕΡ ΠΑΝΤ' ΕΣΤΙΝ ΑΝΩΦΕΛΗ ΑΝΘΡΩΠΟΙΣΙΝ.
ΟΥΤΕ ΓΑΡ ΟΛΒΟΔΟΤΗΣ ΠΛΟΥΤΟΣ ΓΛΥΚΕΡΟΣ ΘΑΛΙΗΙΣΙΝ,
ΟΥΤΕ ΓΕΡΩΝ ΠΟΛΥΜΟΧΘΟΣ ΑΤΕΡ ΣΕΟ ΓΙΓΝΕΤΑΙ ΑΝΗΡ.
ΠΑΝΤΩΝ ΓΑΡ ΚΡΑΤΕΕΙΣ ΜΟΥΝΗ ΚΑΙ ΠΑΣΙΝ ΑΝΑΣΣΕΙΣ.
ΑΛΛΑ, ΘΕΑ, ΜΟΛΕ ΜΥΣΤΙΠΟΛΟΙΣ ΕΠΙΤΑΡΡΟΘΟΣ ΑΙΕΙ
ΡΥΟΜΕΝΗ ΝΟΥΣΩΝ ΧΑΛΕΠΩΝ ΚΑΚΟΠΟΤΜΟΝ ΑΝΙΗΝ


ΦΩΤΟΓΡΑΦΙΑ ΑΝΤΩΝΗ ΣΤΑΥΡΟΠΟΥΛΟΥ
y  

 


Ἀσκληπιός


Κεντρικὴ Σελίς


 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 


 
 

1

1